Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.5 Dem. 15.9 (English) >>Dem. 15.11

15.7ἀκόλουθος τοίνυν νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι. ἐγὼ γάρ, εἰ βασιλεὺς παρʼ αὑτὸν ὄντα με σύμβουλον ποιοῖτο, ταὔτʼ ἂν αὐτῷ παραινέσαιμʼ ἅπερ ὑμῖν, ὑπὲρ μὲν τῶν αὑτοῦ πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων, ὧν δὲ μηδὲν αὐτῷ προσήκει, τούτων μηδʼ ἀντιποιεῖσθαι τὴν ἀρχήν. 15.8εἰ μὲν οὖν ὅλως ἐγνώκατʼ, ἄνδρες Ἀθηναῖοι, ὅσων ἂν βασιλεὺς ἐγκρατὴς γένηται φθάσας παρακρουσάμενός τινας τῶν ἐν ταῖς πόλεσι, παραχωρεῖν, οὐ καλῶς ἐγνώκατε, ὡς ἐγὼ κρίνω· εἰ δʼ ὑπὲρ τῶν δικαίων καὶ πολεμεῖν, ἂν τούτου δέῃ, καὶ πάσχειν ὁτιοῦν οἴεσθε χρῆναι, πρῶτον μὲν ὑμῖν ἧττον δεήσει τούτων, ὅσῳ ἂν μᾶλλον ἐγνωκότες ἦτε ταῦτα, ἔπειθʼ προσήκει φρονεῖν δόξετε.

15.9ὅτι δʼ οὐδὲν καινὸν οὔτʼ ἐγὼ λέγω νῦν κελεύων Ῥοδίους ἐλευθεροῦν, οὔθʼ ὑμεῖς, ἂν πεισθῆτέ μοι, ποιήσετε, τῶν γεγενημένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω. ὑμεῖς ἐξεπέμψατε Τιμόθεόν ποτʼ, ἄνδρες Ἀθηναῖοι, βοηθήσοντʼ Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψηφίσματιμὴ λύοντα τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα.” ἰδὼν δʼ ἐκεῖνος τὸν μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα βασιλέως, Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης βασιλέως ὕπαρχος, τῷ μὲν ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ προσκαθεζόμενος καὶ βοηθήσας ἠλευθέρωσε·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.5 Dem. 15.9 (English) >>Dem. 15.11

Powered by PhiloLogic